ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·
«ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες.
τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη
185 καὶ μάλ᾽ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.
ἀνδρῶν δ᾽ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλ᾽ ἡβῶν,
ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται
ἐν λέχει ἀσκητῷ· τὸ δ᾽ ἐγὼ κάμον οὐδέ τις ἄλλος.
190 θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,
ἀκμηνὸς θαλέθων· πάχετος δ᾽ ἦν ἠΰτε κίων.
τῷ δ᾽ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρ᾽ ἐτέλεσσα,
πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,
κολλητὰς δ᾽ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
195 καὶ τότ᾽ ἔπειτ᾽ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,
κορμὸν δ᾽ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ
εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,
ἑρμῖν᾽ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρ᾽ ἐτέλεσσα,
200 δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδ᾽ ἐλέφαντι·
ἐν δ᾽ ἐτάνυσσ᾽ ἱμάντα βοὸς φοίνικι φαεινόν.
οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,
ἤ μοι ἔτ᾽ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη
ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμέν᾽ ἐλαίης.»
205 Ὣς φάτο, τῆς δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
σήματ᾽ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδ᾽ Ὀδυσσεύς·
δακρύσασα δ᾽ ἔπειτ᾽ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας
δειρῇ βάλλ᾽ Ὀδυσῆϊ, κάρη δ᾽ ἔκυσ᾽ ἠδὲ προσηύδα·
«μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
210 ἀνθρώπων πέπνυσο· θεοὶ δ᾽ ὤπαζον ὀϊζύν,
οἳ νῶϊν ἀγάσαντο παρ᾽ ἀλλήλοισι μένοντε
ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
οὕνεκά σ᾽ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδ᾽ ἀγάπησα.
215 αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτ᾽ ἔπεσσιν
ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
ἀνδρὶ παρ᾽ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,
220 εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν
ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδ᾽ ἔμελλον.
τὴν δ᾽ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·
τὴν δ᾽ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ
λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
225 νῦν δ᾽, ἐπεὶ ἤδη σήματ᾽ ἀριφραδέα κατέλεξας
εὐνῆς ἡμετέρης, τὴν οὐ βροτὸς ἄλλος ὀπώπει,
ἀλλ᾽ οἶοι σύ τ᾽ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,
Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,
230 πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλ᾽ ἐόντα.»
Ὣς φάτο, τῷ δ᾽ ἔτι μᾶλλον ὑφ᾽ ἵμερον ὦρσε γόοιο·
κλαῖε δ᾽ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.
ὡς δ᾽ ὅτ᾽ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,
ὧν τε Ποσειδάων εὐεργέα νῆ᾽ ἐνὶ πόντῳ
235 ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·
παῦροι δ᾽ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε
νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,
ἀσπάσιοι δ᾽ ἐπέβαν γαίης, κακότητα φυγόντες·
ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,
240 δειρῆς δ᾽ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.
καί νύ κ᾽ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,
εἰ μὴ ἄρ᾽ ἄλλ᾽ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.
νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δ᾽ αὖτε
ῥύσατ᾽ ἐπ᾽ Ὠκεανῷ χρυσόθρονον οὐδ᾽ ἔα ἵππους
245 ζεύγνυσθ᾽ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,
Λάμπον καὶ Φαέθονθ᾽, οἵ τ᾽ Ἠῶ πῶλοι ἄγουσι.
καὶ τότ᾽ ἄρ᾽ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς·
«ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατ᾽ ἀέθλων
ἤλθομεν, ἀλλ᾽ ἔτ᾽ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,
250 πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,
νόστον ἑταίροισιν διζήμενος ἠδ᾽ ἐμοὶ αὐτῷ.
ἀλλ᾽ ἔρχευ, λέκτρονδ᾽ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη
255 ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.»

***
Μ᾽ αυτά τα λόγια θέλησε τον άντρα της να δοκιμάσει· ο Οδυσσέας όμως,γεμάτος αγανάκτηση, στράφηκε στην πιστή γυναίκα του μιλώντας:
«Γυναίκα, άσχημο λόγο πρόφερες, που την ψυχή δαγκώνει.
Ποιος μετακίνησε την κλίνη; Το βλέπω δύσκολο
και για τον έμπειρο τεχνίτη ακόμη. Μόνο θεός, αν ήθελε,
θα το μπορούσε κατεβαίνοντας να της αλλάξει θέση· θνητός που ζει,
κι αν είναι στην ακμή της νιότης του, εύκολα δεν μπορεί να τη σαλέψει.
Γιατί σ᾽ αυτή την τορνευτή μας κλίνη κάποιο σημάδι υπάρχει
απαραγνώριστο — το ᾽καμα εγώ, άλλος κανείς.
190 Φύτρωνε μέσα στου σπιτιού μας τον περίβολο κορμός μακρόφυλλης ελιάς,
με θαλερό το φούντωμά της, κι αυτός χοντρός σαν μια κολόνα.
Γύρω του εγώ την κάμαρη έχτισα και την ανέβασα
με πέτρες πανωτές στο τελικό της ύψος· μετά τη στέγασα
καλά από πάνω, και την ασφάλισα με κολλητά πορτόφυλλα,
να αρμόζουν μεταξύ τους.
Τότε πια κούρεψα κλαδιά και φούντες της μακρόφυλλης ελιάς,
κλάδεψα με επιδέξια τέχνη τον κορμό απ᾽ τη ρίζα του,
με το σκεπάρνι τον πελέκησα, τον στάθμισα
για να ισώσει, τον δούλεψα να γίνει κλινοπόδαρο, κι άνοιξα
πάνω του τρύπες με το τρυπάνι. Αρχίζοντας μετά τον πλάνησα
και πάνω άπλωσα του κρεβατιού την τάβλα· τελειώνοντας,
200 μ᾽ ασήμι, μάλαμα και φίλντισι την κλίνη στόλισα, και τάνυσα
λουριά βοδιού, απ᾽ την πορφύρα φωτεινά.
Αυτό είναι το σημάδι που σου φανερώνω. Μόνο που δεν γνωρίζω,
φοβερή γυναίκα, αν παραμένει ριζωμένη η κλίνη μας ή μήπως
άλλος αλλού την έστησε, κόβοντας σύρριζα το λιόδεντρο.»
Έτσι της μίλησε, κι ευθύς της λύθηκαν γόνατα και καρδιά,
αναγνωρίζοντας απαραγνώριστα σημάδια, του Οδυσσέα απόδειξη.
Βούρκωσε τότε, χύθηκε στο μέρος του, τα δυο της χέρια
πέρασε στον λαιμό του, φίλησε το κεφάλι του, κι ύστερα μίλησε:
«Μη μου θυμώνεις, Οδυσσέα, έχεις εσύ ασυναγώνιστο μυαλό
210 και κατανόηση για τους ανθρώπους. Πρέπει οι θεοί
στη συμφορά να μας παρέσυραν, που μας εφθόνησαν και δεν μας άφησαν
αχώριστοι να μείνουμε, μαζί τη νιότη μας να τη χαρούμε
και να γεράσουμε μαζί.
Τώρα ωστόσο μην παρεξηγείς το φέρσιμό μου
και μην αγανακτείς, που την αγάπη μου δεν έδειξα νωρίτερα.
Γιατί, βαθιά, η ψυχή μου ποτέ δεν έπαψε να τρέμει,
μήπως μ᾽ εξαπατήσει κάποιος με τα λόγια του,
περαστικός — είναι πολλοί που σκέφτονται το πονηρό συμφέρον τους.
Ακόμη κι η αργεία Ελένη, η θυγατέρα του Διός,
δεν θα ᾽πεφτε με ξένον άντρα στο κρεβάτι για τον έρωτά του,
220 αν ήξερε από πριν πως οι γενναίοι γιοι των Αχαιών
θα πολεμούσαν να τη φέρουν πίσω στην πατρίδα της.
Ένας θεός την έσπρωξε στην άσεμνή της πράξη·
η άτη που τυφλώνει δεν ήταν στην ψυχή της εξαρχής,
η ολέθρια άτη που πρώτη αιτία στάθηκε και στα δικά μας πάθη.
Μα τώρα που φανέρωσες σημάδια απαραγνώριστα της κλίνης μας —
άλλος κανείς ποτέ του δεν την είδε, εξόν
εσύ κι εγώ, και μια μονάχα παρακόρη, η Ακτορίδα,
που μου τη χάρισε ο πατέρας μου, όταν ξεκίνησα για νύφη εδώ,
κι αυτή μας φύλαγε μετά τις πόρτες της καλοχτισμένης κάμαρης.
230 Τώρα λοιπόν με πείθεις, όσο κι αν έδειξε αμετάπειστη η καρδιά μου.»
Μιλώντας, σήκωσε σ᾽ εκείνον ίμερο ασυγκράτητο για θρήνο,
κι αυτός θρηνούσε, κρατώντας μ᾽ αγάπη στην αγκάλη την ακριβή γυναίκα του.
Πόση αγαλλίαση, βλέποντας γη μπροστά τους, νιώθουν οι ναυαγοί
που ο Ποσειδώνας σύντριψε, καταμεσής στο πέλαγος,
το ανθεκτικό καράβι τους, χτυπώντας το
μ᾽ άγριο άνεμο και κύμα φοβερό, λίγοι μονάχα
γλίτωσαν την αφρισμένη θάλασσα, παλεύοντας να φτάσουν κολυμπώντας
στη στεριά, κι έπηξε η αρμύρα πάνω στο κορμί τους,
τέλος, αφήνοντας πίσω τους το κακό, με αγαλλίαση πατούν
στη στέρεη γη· τόση αγαλλίαση πλημμύρισε κι εκείνην, που τώρα
έβλεπαν τα μάτια της το ταίρι της. Και πια δεν έλεγε να λύσει
240 απ᾽ τον λαιμό του τα λευκά της χέρια.
Και θα μπορούσε να τους βρει πάνω στον θρήνο τους
η ροδοδάχτυλη Αυγή, αν η θεά Αθηνά, τα μάτια λάμποντας,
δεν έβαζε στον νου της άλλα·
τη νύχτα καθυστέρησε μακρότερη στα πέρατα της δύσης,
και τη χρυσόθρονη Αυγή σταμάτησε στου Ωκεανού τα ρείθρα,
να ζέψει δεν την άφησε τα ωκύποδα άλογά της,
που φέρνουν στους ανθρώπους φως, Φαέθοντα και Λάμπο,
τα δυο πουλάρια που την οδηγούν.
Τότε ο Οδυσσέας πολύγνωμος είπε μιλώντας στη γυναίκα του:
«Δεν φτάσαμε, γυναίκα, ακόμη στο τέρμα όλων των αγώνων μας·
250 άλλος μάς μέλλεται μόχθος αμέτρητος, βαρύς κι ασήκωτος,
πρέπει κι αυτόν να τον τελειώσω εγώ. Έτσι προφήτεψε του Τειρεσία η ψυχή,
τη μέρα εκείνη που κατέβηκα στα έγκατα του Άδη, γυρεύοντας
τον νόστο των εταίρων μου και τον δικό μου γυρισμό.
Καιρός όμως να πέσουμε στην κλίνη μας, γυναίκα,
γλυκό τον ύπνο να χαρούμε, μαζί να κοιμηθούμε.»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου