«τοιγὰρ ἐγώ τοι ταῦτα μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
180 Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι
υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
νῦν δ᾽ ὧδε ξὺν νηῒ κατήλυθον ἠδ᾽ ἑτάροισι,
πλέων ἐπὶ οἴνοπα πόντον ἐπ᾽ ἀλλοθρόους ἀνθρώπους,
ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ᾽ αἴθωνα σίδηρον.
185 νηῦς δέ μοι ἥδ᾽ ἕστηκεν ἐπ᾽ ἀγροῦ νόσφι πόληος,
ἐν λιμένι Ῥείθρῳ, ὑπὸ Νηΐῳ ὑλήεντι.
ξεῖνοι δ᾽ ἀλλήλων πατρώϊοι εὐχόμεθ᾽ εἶναι
ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντ᾽ εἴρηαι ἐπελθὼν
Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε
190 ἔρχεσθ᾽, ἀλλ᾽ ἀπάνευθεν ἐπ᾽ ἀγροῦ πήματα πάσχειν
γρηῒ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε
παρτιθεῖ, εὖτ᾽ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν
ἑρπύζοντ᾽ ἀνὰ γουνὸν ἀλῳῆς οἰνοπέδοιο.
νῦν δ᾽ ἦλθον· δὴ γάρ μιν ἔφαντ᾽ ἐπιδήμιον εἶναι,
195 σὸν πατέρ᾽· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.
οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,
ἀλλ᾽ ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ,
νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν,
ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσ᾽ ἀέκοντα.
200 αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω,
οὔτε τι μάντις ἐὼν οὔτ᾽ οἰωνῶν σάφα εἰδώς.
οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
ἔσσεται, οὐδ᾽ εἴ πέρ τε σιδήρεα δέσματ᾽ ἔχῃσι·
205 φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.
αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθ᾽ ἀλλήλοισι,
210 πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι
Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·
ἐκ τοῦ δ᾽ οὔτ᾽ Ὀδυσῆα ἐγὼν ἴδον οὔτ᾽ ἐμὲ κεῖνος.»
Τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
«τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
215 μήτηρ μέν τ᾽ ἐμέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε
οὐκ οἶδ᾽· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
ὡς δὴ ἐγώ γ᾽ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
νῦν δ᾽ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,
220 τοῦ μ᾽ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτ᾽ ἐρεείνεις.»

***
Ανταποκρίθηκε, τα μάτια λάμποντας, αμέσως η θεά Αθηνά:«Πρόθυμα κι ακριβώς, όσα ζητάς να μάθεις, θα σου πω:
180 Μέντης το όνομά μου, γιος του εμπειροπόλεμου Αγχιάλου,
ο ίδιος τους θαλασσινούς Ταφίους κυβερνώ·
εδώ μ᾽ ένα καράβι και συντρόφους έφτασα, έτοιμος
να ανοιχτώ στο μπλάβο πέλαγος, πηγαίνοντας σ᾽ αλλόγλωσσους
ανθρώπους, στην Τεμέσα· γυρεύω ν᾽ ανταλλάξω σίδηρο γυαλιστερό
που φέρνω, με χαλκό· κι όσο για το καράβι μου, με περιμένει
κάπου εκεί στα χτήματα, έξω απ᾽ την πόλη, στο λιμάνι Ρείθρο,
κάτω απ᾽ το δασωμένο Νήιο.
Ναι, καμαρώνουμε πως είμαστε αμοιβαίοι φίλοι, γονικοί κι ανέκαθεν —
πήγαινε, αν θέλεις, να ρωτήσεις τον αντρείο Λαέρτη, γέροντα πια,
που τώρα ακούω δεν κυκλοφορεί σαν άλλοτε στην πόλη·
190 αποτραβήχτηκε στα χτήματα, βαρύς από τα βάσανα
και μόνος, με μια γερόντισσα που τον υπηρετεί· αυτή στο πλάι του
αφήνει φαγητό και το κρασί, όταν ο κάματος του παραλύει τα μέλη —
όλη τη μέρα, λένε, σέρνεται σ᾽ εκείνην την πλαγιά με τα πολλά τ᾽ αμπέλια.
Και νά με τώρα· η φήμη μ᾽ έφερε
πως βρίσκεται ο πατέρας σου κιόλας στην πόλη —
φαίνεται όμως οι θεοί τού φράζουνε τον δρόμο ακόμη.
Ωστόσο ο θείος Οδυσσέας δεν πέθανε, και δεν τον σκέπασε
της γης το χώμα· είναι, πιστεύω, ζωντανός, κι ας εμποδίζεται
στη μέση του ανοιχτού πελάγους, όπου και τον κρατούν,
σ᾽ ένα νησί περίβρεχτο, άνθρωποι απολίτιστοι και βάναυσοι·
αυτοί, χωρίς τη θέλησή του, τον δεσμεύουν.
200 Άκουσε όμως τώρα τη μαντεία μου, όπως μέσα στον νου μου
την ξυπνούν οι αθάνατοι κι όπως νομίζω πως θα γίνει —
δεν ισχυρίζομαι πως είμαι μάντης, μήτε και καλοξέρω να εξηγήσω
τα σημάδια των πουλιών, κι όμως:
πολύν καιρό ακόμη δεν θα μείνει εκείνος μακριά από την πατρίδα του·
έστω κι αν τον κρατούν στα σίδερα,
θα βρει τον τρόπο να γυρίσει, αυτός που είναι πολυμήχανος.
Μα τώρα απάντησε στο ερώτημά μου και μίλησέ μου ειλικρινά:
αν, ένα τέτοιο παλληκάρι, είσαι του Οδυσσέα, ο δικός του γιος·
απίστευτο πώς μοιάζεις στο πρόσωπο και στα όμορφά σου μάτια
εκείνου — βλεπόμαστε συχνά και μεταξύ μας ανταμώναμε,
210 προτού κινήσει να ανεβεί στην Τροία, όπου κι οι άλλοι
Αργείοι, οι γενναιότεροι, πήγαν με τα βαθιά τους πλοία.
Μετά χαθήκαμε· δεν είδα πια τον Οδυσσέα εγώ, μήτε κι αυτός εμένα.»
Της αντιμίλησε ο Τηλέμαχος με φρόνηση και γνώση:
«Δεν θα σου κρύψω, ξένε, τίποτε, τη σκέψη μου θα φανερώσω·
η μάνα μου ισχυρίζεται πως είμαι γέννημα δικό του, όμως
εγώ δεν ξέρω· ποιος τάχα ως τώρα μόνος του αναγνώρισε
εκείνον που τον έσπειρε;
Άμποτε να ᾽μουν ενός άλλου ο γιος, καλόμοιρου,
που τα γεράματα τον βρίσκουν μέσα στ᾽ αγαθά του·
τώρα φαντάσου, ο πιο δυστυχισμένος που γεννήθηκε σ᾽ αυτόν τον κόσμο,
αυτός μου λένε πως με γέννησε — η ερώτησή σου με προκάλεσε
220 κι έδωσα την απόκρισή μου.»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου