Παρασκευή 4 Μαρτίου 2022

ΟΜΗΡΟΣ: Ἰλιάς (16.548-16.618)

Ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος
ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος
550 ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμ᾽ αὐτῷ
λαοὶ ἕποντ᾽, ἐν δ᾽ αὐτὸς ἀριστεύεσκε μάχεσθαι·
βὰν δ᾽ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δ᾽ ἄρα σφιν
Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς
ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ·
555 Αἴαντε πρώτω προσέφη, μεμαῶτε καὶ αὐτώ·
«Αἴαντε, νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,
οἷοί περ πάρος ἦτε μετ᾽ ἀνδράσιν, ἢ καὶ ἀρείους.
κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν,
Σαρπηδών· ἀλλ᾽ εἴ μιν ἀεικισσαίμεθ᾽ ἑλόντες,
560 τεύχεά τ᾽ ὤμοιιν ἀφελοίμεθα, καί τιν᾽ ἑταίρων
αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.»
Ὣς ἔφαθ᾽, οἱ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.
οἱ δ᾽ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας,
Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί,
565 σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι
δεινὸν ἀΰσαντες· μέγα δ᾽ ἔβραχε τεύχεα φωτῶν.
Ζεὺς δ᾽ ἐπὶ νύκτ᾽ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ,
ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.
Ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·
570 βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν,
υἱὸς Ἀγακλῆος μεγαθύμου, δῖος Ἐπειγεύς,
ὅς ῥ᾽ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε
τὸ πρίν· ἀτὰρ τότε γ᾽ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας
ἐς Πηλῆ᾽ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·
575 οἱ δ᾽ ἅμ᾽ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι
Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
τόν ῥα τόθ᾽ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ
χερμαδίῳ κεφαλήν· ἡ δ᾽ ἄνδιχα πᾶσα κεάσθη
ἐν κόρυθι βριαρῇ· ὁ δ᾽ ἄρα πρηνὴς ἐπὶ νεκρῷ
580 κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
Πατρόκλῳ δ᾽ ἄρ᾽ ἄχος γένετο φθιμένου ἑτάροιο,
ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς
ὠκέϊ, ὅς τ᾽ ἐφόβησε κολοιούς τε ψῆράς τε·
ὣς ἰθὺς Λυκίων, Πατρόκλεες ἱπποκέλευθε,
585 ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.
καί ῥ᾽ ἔβαλε Σθενέλαον, Ἰθαιμένεος φίλον υἱόν,
αὐχένα χερμαδίῳ, ῥῆξεν δ᾽ ἀπὸ τοῖο τένοντας.
χώρησαν δ᾽ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.
ὅσση δ᾽ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται,
590 ἥν ῥά τ᾽ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ
ἠὲ καὶ ἐν πολέμῳ, δηΐων ὕπο θυμοραϊστέων,
τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δ᾽ Ἀχαιοί.
Γλαῦκος δὲ πρῶτος, Λυκίων ἀγὸς ἀσπιστάων,
ἐτράπετ᾽, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον,
595 Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων
ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.
τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ
στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·
δούπησεν δὲ πεσών· πυκινὸν δ᾽ ἄχος ἔλλαβ᾽ Ἀχαιούς,
600 ὡς ἔπεσ᾽ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο,
στὰν δ᾽ ἀμφ᾽ αὐτὸν ἰόντες ἀολλέες· οὐδ᾽ ἄρ᾽ Ἀχαιοὶ
ἀλκῆς ἐξελάθοντο, μένος δ᾽ ἰθὺς φέρον αὐτῶν.
ἔνθ᾽ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστήν,
Λαόγονον, θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς
605 Ἰδαίου ἐτέτυκτο, θεὸς δ᾽ ὣς τίετο δήμῳ.
τὸν βάλ᾽ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς
ᾤχετ᾽ ἀπὸ μελέων, στυγερὸς δ᾽ ἄρα μιν σκότος εἷλεν.
Αἰνείας δ᾽ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·
ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.
610 ἀλλ᾽ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·
πρόσσω γὰρ κατέκυψε, τὸ δ᾽ ἐξόπιθεν δόρυ μακρὸν
οὔδει ἐνισκίμφθη, ἐπὶ δ᾽ οὐρίαχος πελεμίχθη
ἔγχεος· ἔνθα δ᾽ ἔπειτ᾽ ἀφίει μένος ὄβριμος Ἄρης.
αἰχμὴ δ᾽ Αἰνείαο κραδαινομένη κατὰ γαίης
615 ᾤχετ᾽, ἐπεί ῥ᾽ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
Αἰνείας δ᾽ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·
«Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σ᾽ ἔβαλόν περ.»

***
Είπε, και λύπη αβάστακτη τους Τρώας συνεπήρε,
ότι, αν και ξένος, στύλωμα της χώρας ήταν κι είχε
550 άνδρες πολλούς κι επρώτευε σ᾽ αυτούς ως πολεμάρχος.
Και ολόισα στους Δαναούς ορμούν, και ο Έκτωρ πρώτος
θυμόν γεμάτος πόπεσεν ο Σαρπηδών ο θείος.
Και αυτού κινεί τους Αχαιούς η ανδρεία του Πατρόκλου
και πρώτα προς τους Αίαντας που ολόψυχα εδιψούσαν
555 τον πόλεμον και μόνος του, εστράφη και τους είπε:
«Αίαντες, τώρα πρόθυμοι να γίνετε βοηθοί μας
ως είσθε ως τώρ᾽ ατρόμητοι, και κάτι ακόμη πλέον.
Ο άνδρας που των Αχαιών πρωτόρμησε στο τείχος
κείται νεκρός ο Σαρπηδών· χαρά μας, αν το σώμα
560 το κακοσέρναμε γυμνό κι οι λόγχες μας εσβήναν
κανέναν των συντρόφων του που υπερμαχούν εμπρός του».
Είπε, κι εκείνοι εμάνιζαν και μόνοι για την μάχην.
Και ως έσμιξαν τες φάλαγγες και απ᾽ τα δυο μέρη ομοίως
οι Μυρμιδόνες και οι Αχαιοί, οι Λύκιοι και οι Τρώες,
565 εις τον νεκρόν ολόγυρα στην μάχην επιασθήκαν
με αλαλαγμόν· και τ᾽ άρματα των μαχητών βροντούσαν.
Και νύκτα ετέντωσε κακήν ο Δίας στον αγώνα,
να γίνει πόλεμος κακός για τ᾽ ακριβό παιδί του.
Και τότε πρώτοι έσπρωξαν τους Αχαιούς οι Τρώες·
570 τι έπεσ᾽ όχι αψήφιστος των Μυρμιδόνων άνδρας,
του Αγακλέους ο Επειγεύς βλαστάρι, του γενναίου,
οπού στ᾽ ωραίο Βούδειον πρώτ᾽ ήταν βασιλέας,
κι εξαίσιον φόνευσε ανεψιόν, κι επρόσπεσε στην Θέτιν
τότε την ασημόποδην και στον καλόν Πηλέα·
575 και αυτοί με τον ανίκητον τον στείλαν Αχιλλέα
στην Ίλιον την εύιππην και αυτός να πολεμήσει.
Αυτόν με πέτραν κτύπησε στην κεφαλήν ο Έκτωρ,
ως προσπαθούσε τον νεκρόν να πιάσει και όλη εσχίσθη
στο κράνος μέσα η κεφαλή, και εις τον νεκρόν επάνω
580 πέφτει και ο ψυχοθεριστής ο θάνατος τον ζώνει.
Τότ᾽ επληγώθη ο Πάτροκλος να ιδεί νεκρόν τον φίλον,
και τους προμάχους έσχισεν ωσάν γοργό γεράκι
όταν ψαρόνια διασκορπά και μαύρες καλιακούδες.
Με ορμήν ομοίαν, Πάτροκλε, στες φάλαγγες των Τρώων
585 και των Λυκίων έπεσες, θλιμμένος για τον φίλον.
Και του Ιθαιμένους τον υιόν με πέτραν εις τον σβέρκον
κτύπησε τον Σθενέλαον και του ᾽σπασε τα νεύρα.
Κι εσύρθηκαν οι πρόμαχοι και ακόμη ο μέγας Έκτωρ.
Και όσο περνάει διάστημα στο πέταμά του ακόντι,
590 όταν καλός ακοντιστής το ρίχν᾽ είτε σ᾽ αγώνα
ή και στην μάχην όπου εχθροί τον σφίγγουν ανδροφόνοι,
τόσον εμπρός των Αχαιών εσύρθηκαν οι Τρώες.
Και των Λυκίων ο αρχηγός πρώτος εστράφη ο Γλαύκος,
και τον γενναίον Βαθυκλή φονεύει Χαλκωνίδην
595 που εις την Ελλάδα εγκάτοικος μέσα εις εξαίσιο σπίτι
στους Μυρμιδόνας έλαμπε για πλούτη κι ευτυχίαν.
Τούτον, που κυνηγώντας τον εκεί ήταν να τον πιάσει
ο Γλαύκος μ᾽ έξαφνην στροφήν ελόγχισε στο στήθος·
και όπως με βρόντον έπεσεν ο εξαίσιος πολεμάρχος,
600 θλίψιν επήραν οι Αχαιοί και αγάλλιασαν οι Τρώες
και γύρω του επυκνώθηκαν· αλλά δεν εδειλιάσαν
οι Αχαιοί κι επάνω τους με δύναμιν χυθήκαν.
Άνδρα των Τρώων τολμηρόν εφόνευσε ο Μηριόνης,
τον Λαόγονον του Ονήτορος, που του Διός Ιδαίου
605 ιερέας ήταν και ως θεόν ο κόσμος τον τιμούσε.
Κάτω απ᾽ τ᾽ αυτί τον κτύπησε και απ᾽ το σιαγόνι και όλο
το σώμα ελύθη και άχαρο τον σκέπασε σκοτάδι.
Στον Μηριόνην έριξε την λόγχην ο Αινείας
ίσως τον έβρει, ως βάδιζε με σκέπην την ασπίδα.
610 Εμπρός τηρώντας ξέφυγεν εκείνος το κοντάρι·
και ως αυτός έσκυψε εμπρός, οπίσω του στο χώμα
στηλώθ᾽ η λόγχη κι η ουρά τινάζονταν επάνω,
και ο βαρύς Αρης έσβησεν εκεί την δύναμίν του
κι έπεσε τινακτά στην γην του Αινείου το κοντάρι
615 ανώφελ᾽ αφού πέταξεν απ᾽ τ᾽ ανδρικό του χέρι.
Ο Αινείας τότ᾽ εχόλωσε κι εφώναξεν: «Αν κι είσαι,
ω Μηριόνη, χορευτής θαρρώ, που αν σ᾽ είχε πάρει
η λόγχη μου για πάντοτε θα σ᾽ έκανε να μείνεις».

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου