255 οὗ μηδὲ κληδὼν ὧδ᾽ ἔχοντος οἴκαδε
μηδ᾽ Ἑλλάδος γῆς μηδαμοῖ διῆλθέ που.
ἀλλ᾽ οἱ μὲν ἐκβαλόντες ἀνοσίως ἐμὲ
γελῶσι σῖγ᾽ ἔχοντες, ἡ δ᾽ ἐμὴ νόσος
ἀεὶ τέθηλε κἀπὶ μεῖζον ἔρχεται.
260 ὦ τέκνον, ὦ παῖ πατρὸς ἐξ Ἀχιλλέως,
ὅδ᾽ εἴμ᾽ ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσως
τῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων,
ὁ τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱ
δισσοὶ στρατηγοὶ χὡ Κεφαλλήνων ἄναξ
265 ἔρριψαν αἰσχρῶς ὧδ᾽ ἐρῆμον, ἀγρίᾳ
νόσῳ καταφθίνοντα, τῆς ἀνδροφθόρου
πληγέντ᾽ ἐχίδνης φοινίῳ χαράγματι·
ξὺν ᾗ μ᾽ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε
ᾤχοντ᾽ ἐρῆμον, ἡνίκ᾽ ἐκ τῆς ποντίας
270 Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ.
τότ᾽ ἄσμενοί μ᾽ ὡς εἶδον ἐκ πολλοῦ σάλου
εὕδοντ᾽ ἐπ᾽ ἀκτῆς ἐν κατηρεφεῖ πέτρᾳ,
λιπόντες ᾤχονθ᾽, οἷα φωτὶ δυσμόρῳ
ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς
275 ἐπωφέλημα σμικρόν, οἷ᾽ αὐτοῖς τύχοι.
σὺ δή, τέκνον, ποίαν μ᾽ ἀνάστασιν δοκεῖς
αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε;
ποῖ᾽ ἐκδακρῦσαι, ποῖ᾽ ἀποιμῶξαι κακά;
ὁρῶντα μὲν ναῦς, ἃς ἔχων ἐναυστόλουν,
280 πάσας βεβώσας, ἄνδρα δ᾽ οὐδέν᾽ ἔντοπον,
οὐχ ὅστις ἀρκέσειεν, οὐδ᾽ ὅστις νόσου
κάμνοντι συλλάβοιτο· πάντα δὲ σκοπῶν
ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν,
τούτου δὲ πολλὴν εὐμάρειαν, ὦ τέκνον.
285 ὁ μὲν χρόνος δὴ διὰ χρόνου προύβαινέ μοι,
κἄδει τι βαιᾷ τῇδ᾽ ὑπὸ στέγῃ μόνον
διακονεῖσθαι· γαστρὶ μὲν τὰ σύμφορα
τόξον τόδ᾽ ἐξηύρισκε, τὰς ὑποπτέρους
βάλλον πελείας· πρὸς δὲ τοῦθ᾽, ὅ μοι βάλοι
290 νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας
εἰλυόμην δύστηνον ἐξέλκων πόδα
πρὸς τοῦτ᾽ ἄν· εἴ τ᾽ ἔδει τι καὶ ποτὸν λαβεῖν,
καί που πάγου χυθέντος, οἷα χείματι,
ξύλον τι θραῦσαι, ταῦτ᾽ ἂν ἐξέρπων τάλας
295ἐμηχανώμην· εἶτα πῦρ ἂν οὐ παρῆν,
ἀλλ᾽ ἐν πέτροισι πέτρον ἐκτρίβων μόλις
ἔφην᾽ ἄφαντον φῶς, ὃ καὶ σῴζει μ᾽ ἀεί.
οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα
πάντ᾽ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ.
300 φέρ᾽, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς.
ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών·
οὐ γάρ τις ὅρμος ἐστίν, οὐδ᾽ ὅποι πλέων
ἐξεμπολήσει κέρδος, ἢ ξενώσεται.
οὐκ ἐνθάδ᾽ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν.
305 τάχ᾽ οὖν τις ἄκων ἔσχε· πολλὰ γὰρ τάδε
ἐν τῷ μακρῷ γένοιτ᾽ ἂν ἀνθρώπων χρόνῳ.
οὗτοί μ᾽, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοις
ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος
προσέδοσαν οἰκτίραντες, ἤ τινα στολήν·
310 ἐκεῖνο δ᾽ οὐδείς, ἡνίκ᾽ ἂν μνησθῶ, θέλει,
σῶσαί μ᾽ ἐς οἴκους, ἀλλ᾽ ἀπόλλυμαι τάλας
ἔτος τόδ᾽ ἤδη δέκατον ἐν λιμῷ τε καὶ
κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον.
τοιαῦτ᾽ Ἀτρεῖδαί μ᾽ ἥ τ᾽ Ὀδυσσέως βία,
315 ὦ παῖ, δεδράκασ᾽· οἷς Ὀλύμπιοι θεοὶ
δοῖέν ποτ᾽ αὐτοῖς ἀντίποιν᾽ ἐμοῦ παθεῖν.
ἀλλ᾽ οἱ μὲν ἐκβαλόντες ἀνοσίως ἐμὲ
γελῶσι σῖγ᾽ ἔχοντες, ἡ δ᾽ ἐμὴ νόσος
ἀεὶ τέθηλε κἀπὶ μεῖζον ἔρχεται.
260 ὦ τέκνον, ὦ παῖ πατρὸς ἐξ Ἀχιλλέως,
ὅδ᾽ εἴμ᾽ ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσως
τῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων,
ὁ τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱ
δισσοὶ στρατηγοὶ χὡ Κεφαλλήνων ἄναξ
265 ἔρριψαν αἰσχρῶς ὧδ᾽ ἐρῆμον, ἀγρίᾳ
νόσῳ καταφθίνοντα, τῆς ἀνδροφθόρου
πληγέντ᾽ ἐχίδνης φοινίῳ χαράγματι·
ξὺν ᾗ μ᾽ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε
ᾤχοντ᾽ ἐρῆμον, ἡνίκ᾽ ἐκ τῆς ποντίας
270 Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ.
τότ᾽ ἄσμενοί μ᾽ ὡς εἶδον ἐκ πολλοῦ σάλου
εὕδοντ᾽ ἐπ᾽ ἀκτῆς ἐν κατηρεφεῖ πέτρᾳ,
λιπόντες ᾤχονθ᾽, οἷα φωτὶ δυσμόρῳ
ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς
275 ἐπωφέλημα σμικρόν, οἷ᾽ αὐτοῖς τύχοι.
σὺ δή, τέκνον, ποίαν μ᾽ ἀνάστασιν δοκεῖς
αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε;
ποῖ᾽ ἐκδακρῦσαι, ποῖ᾽ ἀποιμῶξαι κακά;
ὁρῶντα μὲν ναῦς, ἃς ἔχων ἐναυστόλουν,
280 πάσας βεβώσας, ἄνδρα δ᾽ οὐδέν᾽ ἔντοπον,
οὐχ ὅστις ἀρκέσειεν, οὐδ᾽ ὅστις νόσου
κάμνοντι συλλάβοιτο· πάντα δὲ σκοπῶν
ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν,
τούτου δὲ πολλὴν εὐμάρειαν, ὦ τέκνον.
285 ὁ μὲν χρόνος δὴ διὰ χρόνου προύβαινέ μοι,
κἄδει τι βαιᾷ τῇδ᾽ ὑπὸ στέγῃ μόνον
διακονεῖσθαι· γαστρὶ μὲν τὰ σύμφορα
τόξον τόδ᾽ ἐξηύρισκε, τὰς ὑποπτέρους
βάλλον πελείας· πρὸς δὲ τοῦθ᾽, ὅ μοι βάλοι
290 νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας
εἰλυόμην δύστηνον ἐξέλκων πόδα
πρὸς τοῦτ᾽ ἄν· εἴ τ᾽ ἔδει τι καὶ ποτὸν λαβεῖν,
καί που πάγου χυθέντος, οἷα χείματι,
ξύλον τι θραῦσαι, ταῦτ᾽ ἂν ἐξέρπων τάλας
295ἐμηχανώμην· εἶτα πῦρ ἂν οὐ παρῆν,
ἀλλ᾽ ἐν πέτροισι πέτρον ἐκτρίβων μόλις
ἔφην᾽ ἄφαντον φῶς, ὃ καὶ σῴζει μ᾽ ἀεί.
οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα
πάντ᾽ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ.
300 φέρ᾽, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς.
ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών·
οὐ γάρ τις ὅρμος ἐστίν, οὐδ᾽ ὅποι πλέων
ἐξεμπολήσει κέρδος, ἢ ξενώσεται.
οὐκ ἐνθάδ᾽ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν.
305 τάχ᾽ οὖν τις ἄκων ἔσχε· πολλὰ γὰρ τάδε
ἐν τῷ μακρῷ γένοιτ᾽ ἂν ἀνθρώπων χρόνῳ.
οὗτοί μ᾽, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοις
ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος
προσέδοσαν οἰκτίραντες, ἤ τινα στολήν·
310 ἐκεῖνο δ᾽ οὐδείς, ἡνίκ᾽ ἂν μνησθῶ, θέλει,
σῶσαί μ᾽ ἐς οἴκους, ἀλλ᾽ ἀπόλλυμαι τάλας
ἔτος τόδ᾽ ἤδη δέκατον ἐν λιμῷ τε καὶ
κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον.
τοιαῦτ᾽ Ἀτρεῖδαί μ᾽ ἥ τ᾽ Ὀδυσσέως βία,
315 ὦ παῖ, δεδράκασ᾽· οἷς Ὀλύμπιοι θεοὶ
δοῖέν ποτ᾽ αὐτοῖς ἀντίποιν᾽ ἐμοῦ παθεῖν.
***
ΦΙΛ. Ω εγώ ο τρισάθλιος! τόση λοιπόν πίκραοι θεοί μὄχουν, π᾽ ούτε καν μια φήμη
για την κατάστασή μου αυτή δεν ήρθε
στην πατρίδα μου κι ούτε σε κανένα
μέρος μες στην Ελλάδα· μα οι κακούργοι
που με παραπετάξανε δω πέρα
κρυφογελούνε ξέγνοιαστοι, ενώ εμένα
φουντώνει πάντα η αρρώστια μου και πάει
όλο και στο χειρότερο από πρώτα.
260 Ω τέκνο μου, ω παιδί πὄχεις πατέρα
τον Αχιλλέα, εγώ που βλέπεις είμαι
εκείνος που ίσως ν᾽ άκουσες πως έχει
στην κατοχή του του Ηρακλέα τα όπλα,
του Ποίαντα ο γιος ο Φιλοχτήτης,
που οι δυο οι Ατρείδες και των Κεφαλλήνων
ο βασιλιάς με ρίξανε άτιμα έτσι
σ᾽ αυτή την ερημιά ξεκαμωμένον
απ᾽ αρρώστια φριχτή, που μέ ειχε σκίσει
το φονικό της όχεντρας το δόντι.
Σε τέτοιο χάλι μ᾽ έβγαλαν εκείνοι
μονάχο εδώ και φύγανε, σαν ήρθαν
270 με τα καράβια απ᾽ το νησί της Χρύσας.
Τότε, με τί χαρά τους, όταν μέ ειδαν
απ᾽ τον πολύ το σάλο του πελάγου
παραδομένο πτώμα εκεί στον ύπνο
σ᾽ απόσκεπη σπηλιά στο ακροθαλάσσι,
με παράτησαν κι έφυγαν, οι σκύλοι,
αφήνοντάς μου σαν του τελευταίου
ανθρώπου λίγα μοναχά κουρέλια
κι όση έφτανε θροφή να μην πεθάνω,
που άμποτε τέτοια και σ᾽ αυτούς να λάχουν.
Μα εσύ μπορείς να φαντασθείς, παιδί μου,
ποιό ήταν το ξύπνημά μου, όταν τους βρήκα
σαν ξύπνησα φευγάτους, ποιά τα δάκρυα,
ποιοί οι σπαραγμοί μου για τη συφορά μου,
όσο έβλεπα τα πλοία, που μέ ειχαν φέρει,
όλοι να ᾽χανε φύγει και κοντά μου
280 κανένας να μη βρίσκεται, ένα χέρι
μια βοήθεια στην αρρώστια μου να δίνει,
παρά όπου γύρω μου έστρεφα το μάτι
όξω από πόνους άλλο να μη βρίσκω
και μ᾽ όλη, όσο γι᾽ αυτούς, την αφθονία;
Όμως κυλούσαν μια ᾽π᾽ την άλλη πίσω
οι μέρες μου κι ήταν ανάγκη, κάτω
απ᾽ τη στενή μου αυτή σπηλιά, όπως-όπως
ο ίδιος να υπηρετώ τον εαυτό μου.
Για την κοιλιά μου, τα εξοικονομούσα
μ᾽ αυτό το τόξο στο φτερό χτυπώντας
τις άγριες φάσσες, μα ό,τι ήθε βαρέσω,
290 έπρεπε το κορμί να φιδοστρίφω
σέρνοντας το σακάτικό μου πόδι,
για να το φτάσω ο δόλιος· κι αν χρειαζόμουν
νερό να πάρω ή κι όταν το χειμώνα
έπιανε η παγωνιά να βγω να σπάσω
τίποτα ξύλα, σέρποντας ο μαύρος
τα ᾽βγαζα πέρα κι ούτε φωτιά θα ᾽χα
παρ᾽ αν με στουρναρόπετρες, χτυπώντας
τη μια στην άλλη, θα ᾽βγαζα από μέσα
μόλις και μετά βιας κρυμμένη σπίθα·
κι αυτό με σώζει ως τώρα· γιατ᾽ η στέγη
που με σκεπάζει κι έχω τη φωτιά μου,
με φτάνει για όλα — εχτός για την υγειά μου.
300 Τώρ᾽ άκου για το νησί πώς είναι·
κανείς δεν πιάνει εδώ καραβοκύρης
με θέλημά του, π᾽ ούτε ένα λιμάνι
δεν έχει που για κέρδος μια πραμάτεια
να εμπορευτεί ή να βρει κονάκι ο ξένος·
ποιός έχασε το νου του εδώ να πιάσει;
Μα ίσως, θα πεις, να ξέπεσε και κάποιος
χωρίς να θέλει· βέβαια πολλά τέτοια
μπορεί να τύχουν στου καιρού το διάβα·
σαν έρχονται λοιπόν αυτοί, μου δείχτουν
όλη τους με τα λόγια τη συμπόνια,
κάπου και κάτι από θροφές μού αφήνουν
ή καμιά φορεσιά· κανείς των όμως,
310 σαν κάμω λόγο, ούτε ν᾽ ακούσει θέλει
να με γλιτώσει φέρνοντάς με πίσω
στον τόπο μου· κι έτσι ο δυστυχισμένος
σαπίζω εδώ τώρ᾽ από δέκα χρόνια
βόσκοντας μες στην πείνα και τους πόνους
την αχόρταγη αρρώστια που με τρώει.
Τέτοια οι Ατρείδες κι ο τρανός Δυσσέας
μὄχουνε κάμει, που είθ᾽ οι θεοί τούς δώσουν
για μένα αντάξια πλερωμή μια μέρα.