Τρίτη 5 Απριλίου 2022

Ανθολόγιο Αττικής Πεζογραφίας

ΑΝΔΟΚΙΔΗΣ, ΠΕΡΙ ΤΗΣ ΠΡΟΣ ΛΑΚΕΔΑΙΜΟΝΙΟΥΣ ΕΙΡΗΝΗΣ

ΑΝΔΟΚ 3.28–32


Εσφαλμένες διπλωματικές επιλογές των Αθηναίων στο παρελθόν

Ο ρήτορας επιχείρησε να αποδείξει ότι η ειρήνη που πρότειναν το 392 π.Χ. οι Λακεδαιμόνιοι για τον τερματισμό του Κορινθιακού πολέμου ήταν η πιο συμφέρουσα διπλωματική επιλογή για τους Αθηναίους. Σημείωσε ότι από τους συμμάχους της Αθήνας οι Βοιωτοί επιθυμούσαν τη σύναψη ειρήνης με την Σπάρτη, ενώ οι Αργείοι την παράταση της σύγκρουσης Αθηναίων–Λακεδαιμονίων, ώστε να μπορέσουν οι ίδιοι να κατακτήσουν την Κόρινθο, με την οποία είχαν ήδη ενωθεί πολιτικά. Και συνεχίζει:

[28] Τοιούτων δ’ ἐλπίδων μετασχόντας ἡμᾶς δεῖ δυοῖν
θἄτερον ἑλέσθαι, ἢ πολεμεῖν μετὰ Ἀργείων Λακεδαιμο-
νίοις, ἢ μετὰ Βοιωτῶν κοινῇ τὴν εἰρήνην ποιεῖσθαι. ἐγὼ
μὲν οὖν ἐκεῖνο δέδοικα μάλιστα, ὦ Ἀθηναῖοι, τὸ εἰθισμέ-
νον κακόν, ὅτι τοὺς κρείττους φίλους ἀφιέντες ἀεὶ τοὺς
ἥττους αἱρούμεθα, καὶ πόλεμον ποιούμεθα δι’ ἑτέρους,
ἐξὸν δι’ ἡμᾶς αὐτοὺς εἰρήνην ἄγειν· [29] οἵτινες πρῶτον μὲν
βασιλεῖ τῷ μεγάλῳ —χρὴ γὰρ ἀναμνησθέντας τὰ γεγενη-
μένα καλῶς βουλεύσασθαι— σπονδὰς ποιησάμενοι καὶ
συνθέμενοι φιλίαν εἰς τὸν ἅπαντα χρόνον, ἃ ἡμῖν ἐπρέ-
σβευσεν Ἐπίλυκος ὁ Τεισάνδρου, τῆς μητρὸς τῆς ἡμετέ-
ρας ἀδελφός, <μετὰ> ταῦτα Ἀμόργῃ πειθόμενοι τῷ δούλῳ
τοῦ βασιλέως καὶ φυγάδι τὴν μὲν βασιλέως δύναμιν ἀπεβα-
λόμεθα ὡς οὐδενὸς οὖσαν ἀξίαν, τὴν δὲ Ἀμόργου φιλίαν
εἱλόμεθα, κρείττω νομίσαντες εἶναι· ἀνθ’ ὧν βασιλεὺς
ὀργισθεὶς ἡμῖν, σύμμαχος γενόμενος Λακεδαιμονίοις,
παρέσχεν αὐτοῖς εἰς τὸν πόλεμον πεντακισχίλια τάλαντα,
ἕως κατέλυσαν ἡμῶν τὴν δύναμιν. ἓν μὲν βούλευμα
τοιοῦτον ἐβουλευσάμεθα· [30] Συρακόσιοι δ’ ὅτε ἦλθον ἡμῶν
δεόμενοι, φιλότητα μὲν ἀντὶ διαφορᾶς ἐθέλοντες εἰρήνην
δ’ ἀντὶ πολέμου ποιεῖσθαι, τήν τε συμμαχίαν ἀποδεικνύν-
τες ὅσῳ κρείττων ἡ σφετέρα εἴη τῆς Ἐγεσταίων καὶ Κατα-
ναίων, εἰ βουλοίμεθα πρὸς αὐτοὺς ποιεῖσθαι, ἡμεῖς τοίνυν
εἱλόμεθα καὶ τότε πόλεμον μὲν ἀντὶ εἰρήνης, Ἐγεσταίους
δὲ ἀντὶ Συρακοσίων, στρατεύεσθαι δ’ εἰς Σικελίαν ἀντὶ
τοῦ μένοντες οἴκοι συμμάχους ἔχειν Συρακοσίους· ἐξ ὧν
πολλοὺς μὲν Ἀθηναίων ἀπολέσαντες ἀριστίνδην καὶ τῶν
συμμάχων, πολλὰς δὲ ναῦς καὶ χρήματα καὶ δύναμιν
ἀποβαλόντες, αἰσχρῶς διεκομίσθησαν οἱ σωθέντες αὐτῶν.

[31] Ὕστερον δὲ ὑπ’ Ἀργείων ἐπείσθημεν, οἵπερ νῦν
ἥκουσι πείθοντες πολεμεῖν, πλεύσαντες ἐπὶ τὴν Λακωνι-
κὴν εἰρήνης ἡμῖν οὔσης πρὸς Λακεδαιμονίους ἐντεῖναι
<ἐκείνων> τὸν θυμόν, ἀρχὴν πολλῶν κακῶν· ἐξ οὗ πολε-
μήσαντες ἠναγκάσθημεν τὰ τείχη κατασκάπτειν καὶ τὰς
ναῦς παραδιδόναι καὶ τοὺς φεύγοντας καταδέχεσθαι.
ταῦτα δὲ πασχόντων ἡμῶν οἱ πείσαντες ἡμᾶς πολεμεῖν
Ἀργεῖοι τίνα ὠφέλειαν παρέσχον ἡμῖν; τίνα δὲ κίνδυνον
ὑπὲρ [τῶν] Ἀθηναίων ἐποιήσαντο;

[32] Νῦν οὖν τοῦτο ὑπόλοιπόν ἐστιν ἡμῖν, πόλεμον μὲν
ἑλέσθαι καὶ νῦν ἀντ’ εἰρήνης, τὴν δὲ συμμαχίαν τὴν
Ἀργείων ἀντὶ τῆς Βοιωτῶν, Κορινθίων δὲ τοὺς νῦν ἔχον-
τας τὴν πόλιν ἀντὶ Λακεδαιμονίων. μὴ δῆτα, ὦ Ἀθηναῖοι,
μηδεὶς ἡμᾶς ταῦτα πείσῃ· τὰ γὰρ παραδείγματα τὰ γεγε-
νημένα τῶν ἁμαρτημάτων ἱκανὰ τοῖς σώφροσι τῶν ἀν-
θρώπων ὥστε μηκέτι ἁμαρτάνειν.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου