ὦ δεινότατον πάντων ὅσ᾽ ἐγὼ
προσέκυρσ᾽ ἤδη. τίς σ᾽, ὦ τλᾶμον,
1300 προσέβη μανία; τίς ὁ πηδήσας
μείζονα δαίμων τῶν μακίστων
πρὸς σῇ δυσδαίμονι μοίρᾳ;
φεῦ φεῦ, δύσταν᾽, ἀλλ᾽ οὐδ᾽ ἐσιδεῖν
δύναμαί σ᾽, ἐθέλων πόλλ᾽ ἀνερέσθαι,
1305 πολλὰ πυθέσθαι, πολλὰ δ᾽ ἀθρῆσαι·
τοίαν φρίκην παρέχεις μοι.
ΟΙ. αἰαῖ αἰαῖ,
φεῦ φεῦ,
δύστανος ἐγώ,
ποῖ γᾶς φέρομαι τλάμων; πᾶ μοι
1310 φθογγὰ διαπωτᾶται φοράδην;
ἰὼ δαῖμον, ἵν᾽ ἐξήλου.
ΧΟ. ἐς δεινόν, οὐδ᾽ ἀκουστόν, οὐδ᾽ ἐπόψιμον.
ΟΙ. ἰὼ σκότου [στρ. α]
νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον,
1315 ἀδάματόν τε καὶ δυσούριστόν ‹ὄν›.
οἴμοι,
οἴμοι μάλ᾽ αὖθις· οἷον εἰσέδυ μ᾽ ἅμα
κέντρων τε τῶνδ᾽ οἴστρημα καὶ μνήμη κακῶν.
ΧΟ. καὶ θαῦμά γ᾽ οὐδὲν ἐν τοσοῖσδε πήμασιν
1320 διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φέρειν κακά.
ΟΙ. ἰὼ φίλος, [ἀντ. α]
σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ
ὑπομένεις με τὸν τυφλὸν κηδεύων.
φεῦ φεῦ·
1325 οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς,
καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως.
ΧΟ. ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς
ὄψεις μαρᾶναι; τίς σ᾽ ἐπῆρε δαιμόνων;
προσέκυρσ᾽ ἤδη. τίς σ᾽, ὦ τλᾶμον,
1300 προσέβη μανία; τίς ὁ πηδήσας
μείζονα δαίμων τῶν μακίστων
πρὸς σῇ δυσδαίμονι μοίρᾳ;
φεῦ φεῦ, δύσταν᾽, ἀλλ᾽ οὐδ᾽ ἐσιδεῖν
δύναμαί σ᾽, ἐθέλων πόλλ᾽ ἀνερέσθαι,
1305 πολλὰ πυθέσθαι, πολλὰ δ᾽ ἀθρῆσαι·
τοίαν φρίκην παρέχεις μοι.
ΟΙ. αἰαῖ αἰαῖ,
φεῦ φεῦ,
δύστανος ἐγώ,
ποῖ γᾶς φέρομαι τλάμων; πᾶ μοι
1310 φθογγὰ διαπωτᾶται φοράδην;
ἰὼ δαῖμον, ἵν᾽ ἐξήλου.
ΧΟ. ἐς δεινόν, οὐδ᾽ ἀκουστόν, οὐδ᾽ ἐπόψιμον.
ΟΙ. ἰὼ σκότου [στρ. α]
νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον,
1315 ἀδάματόν τε καὶ δυσούριστόν ‹ὄν›.
οἴμοι,
οἴμοι μάλ᾽ αὖθις· οἷον εἰσέδυ μ᾽ ἅμα
κέντρων τε τῶνδ᾽ οἴστρημα καὶ μνήμη κακῶν.
ΧΟ. καὶ θαῦμά γ᾽ οὐδὲν ἐν τοσοῖσδε πήμασιν
1320 διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φέρειν κακά.
ΟΙ. ἰὼ φίλος, [ἀντ. α]
σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ
ὑπομένεις με τὸν τυφλὸν κηδεύων.
φεῦ φεῦ·
1325 οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς,
καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως.
ΧΟ. ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς
ὄψεις μαρᾶναι; τίς σ᾽ ἐπῆρε δαιμόνων;
***
ΧΟΡ. Ω θέαμα φριχτόγι᾽ ανθρώπου μάτια.
Ω θέαμα φριχτότατο·
δεν είδα στη ζωή μου πιο φριχτό.
1300 Ποιά τρέλα σε χτύπησε, δόλιε;
Ποιός δαίμονας κατέχει την ψυχή σου
και κατοικεί τη μοίρα σου;
Αλιά σου, δύστυχε,
δεν το μπορώ κατάματα να σε κοιτάξω.
Και λαχταρώ πολλά να σε ρωτήσω,
πολλά να μάθω, πολλά να στοχαστώ.
Με πλημμυρίζεις φρίκη.
ΟΙΔ. Αι, Αι
ώχου κι ώχου,
ο δύστυχος.
1310 Πού πετά της φωνής μου
το πένθος βαρύ;
Ποιός δαίμονας;
Ο δαίμονάς μου
με κατεβάζει στο βυθό.
ΧΟΡ. Σε φοβερό βυθό
ανήκουστο κι αθώρητο.
ΟΙΔ. Ιού, σκοτάδι βαθύ, [στρ. α]
ω νέφος αποτρόπαιο,
ω μαύρε καταρράχτη,
ανείπωτο κι αδάμαστο σκοτάδι
σαν άνεμος στην άβυσσο.
Πόνος οιστρήλατος με περονιάζει.
Η μνήμη μου πονά.
ΧΟΡ. Παράδοξο δεν είναι.
Διπλά πενθείς.
1320 Διπλά θρηνείς.
ΟΙΔ. Αχ, φίλε μου, [αντ. α]
μου παραστέκεσαι
πιστός ακόμη σύντροφος.
Αντέχεις τον τυφλό να κανακεύεις.
Αλίμονο,
γνωρίζω καλά, δε λησμόνησα,
ακούω μες στα σκοτεινά
τον ήχο της φωνής σου.
ΧΟΡ. Πώς έπραξες;
Πώς τόλμησες να πράξεις φοβερά;
Πώς μάρανες το φως των ομματιών σου;
Ποιός δαίμονας σε πήρε και σε σήκωσε;