Μῃονὶς ἠὲ Κάειρα, παρήϊον ἔμμεναι ἵππων·
κεῖται δ᾽ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο
ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,
145 ἀμφότερον κόσμος θ᾽ ἵππῳ ἐλατῆρί τε κῦδος·
τοῖοί τοι, Μενέλαε, μιάνθην αἵματι μηροὶ
εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλ᾽ ὑπένερθε.
Ῥίγησεν δ᾽ ἄρ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·
150 ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.
ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας,
ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.
τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων,
χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δ᾽ ἑταῖροι·
155 «φίλε κασίγνητε, θάνατόν νύ τοι ὅρκι᾽ ἔταμνον,
οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,
ὥς σ᾽ ἔβαλον Τρῶες, κατὰ δ᾽ ὅρκια πιστὰ πάτησαν.
οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν
σπονδαί τ᾽ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν.
160 εἴ περ γάρ τε καὶ αὐτίκ᾽ Ὀλύμπιος οὐκ ἐτέλεσσεν,
ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτεισαν,
σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.
εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
ἔσσεται ἦμαρ ὅτ᾽ ἄν ποτ᾽ ὀλώλῃ Ἴλιος ἱρὴ
165 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,
Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων,
αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι
τῆσδ᾽ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·
ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται, ὦ Μενέλαε,
170 αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.
καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·
αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν
Ἀργείην Ἑλένην· σέο δ᾽ ὀστέα πύσει ἄρουρα
175 κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.
καί κέ τις ὧδ᾽ ἐρέει Τρώων ὑπερηνορεόντων
τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·
“αἴθ᾽ οὕτως ἐπὶ πᾶσι χόλον τελέσει᾽ Ἀγαμέμνων,
ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ᾽ Ἀχαιῶν,
180 καὶ δὴ ἔβη οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
σὺν κεινῇσιν νηυσί, λιπὼν ἀγαθὸν Μενέλαον.”
ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.»
Τὸν δ᾽ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·
«θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·
185 οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν
εἰρύσατο ζωστήρ τε παναίολος ἠδ᾽ ὑπένερθε
ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.»
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
«αἲ γὰρ δὴ οὕτως εἴη, φίλος ὦ Μενέλαε·
190 ἕλκος δ᾽ ἰητὴρ ἐπιμάσσεται ἠδ᾽ ἐπιθήσει
φάρμαχ᾽, ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.»
Ἦ, καὶ Ταλθύβιον, θεῖον κήρυκα, προσηύδα·
«Ταλθύβι᾽, ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον,
φῶτ᾽ Ἀσκληπιοῦ υἱόν, ἀμύμονος ἰητῆρος,
195 ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,
ὅν τις ὀϊστεύσας ἔβαλεν, τόξων ἐῢ εἰδώς,
Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.»
Ὣς ἔφατ᾽, οὐδ᾽ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
βῆ δ᾽ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
200παπταίνων ἥρωα Μαχάονα· τὸν δ᾽ ἐνόησεν
ἑσταότ᾽· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.
ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
«ὄρσ᾽, Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,
205 ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,
ὅν τις ὀϊστεύσας ἔβαλεν, τόξων ἐῢ εἰδώς,
Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.»
Ὣς φάτο, τῷ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
βὰν δ᾽ ἰέναι καθ᾽ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.
210ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι ξανθὸς Μενέλαος
βλήμενος ἦν, περὶ δ᾽ αὐτὸν ἀγηγέραθ᾽ ὅσσοι ἄριστοι
κυκλόσ᾽, ὁ δ᾽ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,
αὐτίκα δ᾽ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·
τοῦ δ᾽ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.
215 λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδ᾽ ὑπένερθε
ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.
αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ᾽ ἔμπεσε πικρὸς ὀϊστός,
αἷμ᾽ ἐκμυζήσας ἐπ᾽ ἄρ᾽ ἤπια φάρμακα εἰδὼς
πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.
***
Ως όταν Κάειρα ή Μαιονίς γυνή κοκκινοβάφειλευκόν ελεφαντόδοντο, του αλόγου χαλινάρι,
πολλοί το ζήλευσαν ιππείς, και μένει φυλαγμένο
στον θάλαμον για βασιλείς πολύτιμο στολίδι,
145 και στ᾽ άλογο καλλώπισμα και δόξα του αναβάτη·
ομοίως, ω Μενέλαε, εβάφηκαν τα ωραία
μεριά σου και τα κνήμια σου και οι φτέρνες εις το αίμα·
επάγωσεν ο κραταιός Ατρείδης Αγαμέμνων,
άμ᾽ είδε από το λάβωμα να τρέχει μαύρον αίμα,
150 πάγωσε και ο Μενέλαος ο ανδρείος, αλλ᾽ ως είδε
οπού της λόγχης το λουρί κι οι αγκίδες μείναν έξω,
του επανήλθεν η ψυχή· και ο μέγας Αγαμέμνων
με στεναγμούς του έλεγε κρατώντας του το χέρι,
και οι φίλοι γύρω εστέναζαν: «Γλυκύτατε αδελφέ μου,
155στους όρκους σ᾽ εθανάτωνα, την ώρα που σε μόνον
εμπρός των Τρώων σ᾽ έσταινα για μας να πολεμήσεις·
κι εκείν᾽ ιδού σ᾽ εκτύπησαν κι επάτησαν τους όρκους·
αλλά δεν θα ματαιωθούν οι όρκοι και η θυσία,
οι αγνές σπονδές και οι δεξιές που εσφίξαμε με θάρρος
160 κι εάν ευθύς δεν το ενεργεί, στο εξής θα το ενεργήσει
ο Δίας και πολύ βαριά το κρίμα θα πληρώσουν
εκείνοι και οι γυναίκες τους και τα παιδιά τους όλα·
ότ᾽ είναι τούτο φανερό στα βάθη της ψυχής μου·
θα φθάσει μέρα να χαθεί κι η Ίλιος η αγία
165 και ο Πρίαμος ο δυνατός με όλον τον λαόν του,
όταν ο αιθεροκάτοικος Κρονίδης χολωμένος
για τούτην την απάτην τους επάνω τους τινάξει
την σκοτεινήν αιγίδα του· και αυτά θα γίνουν όλα.
Αλλ, ω Μενέλαε, σκληρός εμέ θα σφάζει πόνος,
170 αν αποθάνεις και κλεισθούν οι μέρες της ζωής σου·
στ᾽ άνανδρον Άργος άτιμος μου μέλλει να γυρίσω,
ότ᾽ οι Αχαιοί θα θυμηθούν αμέσως την πατρίδα
και του Πριάμου καύχημα θα μείνει και των Τρώων
η Άργισσα Ελένη μας, και η γη τα κόκαλά σου,
175 χωρίς να γίνει τίποτε θα σέπει εδώ στην Τροίαν·
και κάποιος τότε θέλ᾽ ειπεί των αποτόλμων Τρώων,
ενώ στον τάφον θα σκιρτά του ενδόξου Μενελάου:
«Να χαρεί πάντοτε η χολή του Ατρείδη ως τώρα εχάρη
που στρατόν έφερε Αχαιών ανώφελα εδώ πέρα
180 και μ᾽ άδεια πλοία γύρισεν εις την πατρίδα, δίχως
τον αγαθόν Μενέλαον»· αυτά θα ειπούν· κι εμένα
χάσμ᾽ ας ανοίξ᾽ η μαύρη γη κι επάνω μου να κλείσει».
Κι είπε ο ξανθός Μενέλαος να τον εγκαρδιώσει:
«Κάμε καρδιά, τους Αχαιούς ακόμη μη δειλιάζεις·
185 δεν ήβρε μέρος ακριβό το βέλος, ότ΄ η ζώνη
η πλουμιστή μ΄ εφύλαξε και κάτωθε το ζώμα
και η καλή πλάκα οπού χαλκείς κατασκευάσαν άνδρες».
Και προς αυτόν απάντησεν ο μέγας Αγαμέμνων:
«Είθε, γλυκέ Μενέλαε, να είναι καθώς λέγεις·
190ιατρός θα ψάξει την πληγήν κι επάνω της θα βάλει
βοτάνια, τες φαρμακερές οδύνες να πραΰνει».
Κι εστράφη προς τον κήρυκα Ταλβύθιον και του είπε:
« Ταλβύθιε, τον Μαχάονα κάλεσ᾽ ευθύς, τον γόνον
του Ασκληπιού, που ασύγκριτος ιατρός στον κόσμον ήταν,
195 να ᾽λθει να ιδεί τον ψυχερόν Μενέλαον Ατρείδην,
οπού τον κτύπησ᾽ άξιος τοξότης ή των Τρώων
ή των Λυκίων, δόξα του και σ᾽ εμάς όλους λύπη».
Αυτά είπε και υπάκουσεν ο κήρυξ εις τον λόγον,
και των ανδρείων Αχαιών εγύρνα μες στα πλήθη
200 να έβρει τον Μαχάονα· τον είδε που εστεκόταν
στες φάλαγγες τες φοβερές λαών ασπιδοφόρων
που από την Τρίκκην έφθασαν μαζί του στην Τρωάδα·
σιμά του εστάθη κι είπε του: «Πετάξου, Ασκληπιάδη,
ο κραταιός σε προσκαλεί Ατρείδης Αγαμέμνων
205 να ᾽λθεις να ιδείς τον ψυχερόν Μενέλαον Ατρείδην,
οπού τον κτύπησ᾽ άξιος τοξότης ή των Τρώων
ή των Λυκίων, δόξα του και σ᾽ εμάς όλους λύπη».
Είπε και του ετάραξε στα στήθη την καρδίαν.
Και μέσ᾽ απ᾽ τον πλατύν στρατόν των Αχαιών εφθάσαν
210 όπου ο ξανθός Μενέλαος στεκόνταν λαβωμένος
και κύκλον είχε ολόγυρα των πρώτων πολεμάρχων,
ο άνδρας ο ισόθεος· κι ευθύς από την ζώνην
την δυνατήν ετράβηξε το βέλος· και ως τραβούσε,
γυρτές οπίσω εκόπηκαν οι μυτερές αγκίδες.
215 Την ζώνην έλυσ᾽ έπειτα, το ζώμα και την πλάκα,
που κατασκεύασαν χαλκείς· και άμ᾽ είδε όπου το βέλος
φαρμακερά τον λάβωσεν, εβύζαξε το αίμα
κι έβαλ᾽ επάνω βότανα πραϋντικά γνωστά του,
που ο Χείρων στον πατέρα του, σαν φίλος είχε δώσει.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου