Κυριακή 24 Οκτωβρίου 2021

ΟΜΗΡΟΣ: Ἰλιάς (2.653-2.710)

Τληπόλεμος δ᾽ Ἡρακλεΐδης ἠΰς τε μέγας τε
ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,
655 οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες,
Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.
τῶν μὲν Τληπόλεμος δουρικλυτὸς ἡγεμόνευεν,
ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,
τὴν ἄγετ᾽ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
660 πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.
Τληπόλεμος δ᾽ ἐπεὶ οὖν τράφ᾽ ἐνὶ μεγάρῳ εὐπήκτῳ,
αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
ἤδη γηράσκοντα Λικύμνιον, ὄζον Ἄρηος·
αἶψα δὲ νῆας ἔπηξε, πολὺν δ᾽ ὅ γε λαὸν ἀγείρας
665 βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι
υἱέες υἱωνοί τε βίης Ἡρακληείης.
αὐτὰρ ὅ γ᾽ ἐς Ῥόδον ἷξεν ἀλώμενος, ἄλγεα πάσχων·
τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδ᾽ ἐφίληθεν
ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,
670 καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας,
Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τ᾽ ἄνακτος,
Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε
τῶν ἄλλων Δαναῶν μετ᾽ ἀμύμονα Πηλεΐωνα·
675 ἀλλ᾽ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός.
Οἳ δ᾽ ἄρα Νίσυρόν τ᾽ εἶχον Κράπαθόν τε Κάσον τε
καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,
τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην,
Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος·
680 τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
Νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,
οἵ τ᾽ Ἄλον οἵ τ᾽ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,
οἵ τ᾽ εἶχον Φθίην ἠδ᾽ Ἑλλάδα καλλιγύναικα,
Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,
685 τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.
ἀλλ᾽ οἵ γ᾽ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·
οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·
κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεύς,
κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,
690 τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας,
Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,
κὰδ δὲ Μύνητ᾽ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,
υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·
τῆς ὅ γε κεῖτ᾽ ἀχέων, τάχα δ᾽ ἀνστήσεσθαι ἔμελλεν.
695 Οἳ δ᾽ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα,
Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,
ἀγχίαλόν τ᾽ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,
τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
ζωὸς ἐών· τότε δ᾽ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
700 τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο
καὶ δόμος ἡμιτελής· τὸν δ᾽ ἔκτανε Δάρδανος ἀνὴρ
νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.
οὐδὲ μὲν οὐδ᾽ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
ἀλλά σφεας κόσμησε Ποδάρκης, ὄζος Ἄρηος,
705 Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο,
αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
ὁπλότερος γενεῇ· ὁ δ᾽ ἅμα πρότερος καὶ ἀρείων
ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ
δεύονθ᾽ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·
710 τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

***
Και ο Τληπόλεμος τρανός και ωραίος Ηρακλείδης
εννέα πρύμνες έφερνε Ροδίων περηφάνων
655 που εις τρεις μοιράσαν το νησί της Ρόδου χώρες όλο
της Λίνδου, της Ιαλισού και της λευκής Καμείρου˙
και τον λαμπρόν Τληπόλεμον από τον Ηρακλέα
η Αστυόχη εγέννησε, που απ᾽ όπου την Εφύραν
βρέχει ο Σελλήεις ποταμός, την είχε πάρει εκείνος,
660 αφού πολλές ξολόθρευσε χώρες ανδρών ηρώων·
και τούτος ο Τληπόλεμος, άμα στο σπίτι ανδρώθη,
ξάφνου τον θείον μητρικόν φονεύει του πατρός του
τον γέροντα Λικύμνιον· κι ευθύς κατασκευάζει
καράβια και αφού σύναξε πολλά μαζί του πλήθη
665εις τα πελάγη ερίχθηκεν, ότι του Ηρακλέους
οι άλλ᾽ υιοί και έγγονοι δεινά τον φοβερίζαν.
Και αφού πολύ παράδειραν εφθάσαν εις την Ρόδον
και τριμερώς κατοίκησαν κατά φυλές την νήσον,
και τους αγάπησε ο θεός που σ᾽ όλους βασιλεύει
670 και πλουτισμού τους έχυσε πλημμύραν, ο Κρονίδης.
Από την Σύμην ο Νιρεύς καράβια φέρνει τρία,
της Αγλαΐας ο Νιρεύς και του Χαρόπου αγόρι,
οπού στο κάλλος, ο Νιρεύς, αν έλειπε ο Πηλείδης,
θα επρώτευε των Δαναών όσ᾽ ήλθαν εις την Τροίαν·
675 αλλά ήταν απόλεμος και ολίγους είχεν άνδρες.
Τους άνδρες απ᾽ την Νίσυρον, την Κάρπαθον, την Κάσον,
και απ᾽ τες Καλύδνες και απ᾽ την Κων την πόλιν του Ευρυπύλου
εδιοικούσε ο Άντιφος και ο Φείδιππος, βλαστάρια
του βασιλέως Θεσσαλού του γόνου του Ηρακλέους·
680 κι είχαν τριάντα βαθουλά κατόπι τους καράβια.
Και απ᾽ τ᾽ Άργος το Πελασγικόν όσ᾽ ήλθαν και απ᾽ την Άλον
και απ᾽ την Τρηχίνα πληθυσμοί και απ᾽ την Αλόπην όσοι
κι όσοι απ᾽ την καλλιγύναικα Ελλάδα και την Φθίαν,
και Μυρμιδόνες και Αχαιοί και Έλληνες λεγόνταν,
685 πενήντα πλοία και αρχηγός εις όλους, ο Πηλείδης.
Από τον φρικτόν πόλεμον εσχόλαζαν εκείνοι,
ότι δεν είχαν αρχηγόν να τους συντάξ᾽ εις μάχην,
ως έμενεν ο Αχιλλεύς στες πρύμνες χολωμένος,
αφ᾽ ότου την καλόκομην του επήραν Βρισηίδα,
690 οπού μ᾽ αγών᾽ απόκτησεν ότ᾽ έριξε τα τείχη
της Θήβης και της Λυρνησσού και τ᾽ ανδρειωμέν᾽ αγόρια
Επίστροφον και Μύνητα του Ευήνου βασιλέως
Σεληπιάδη ενίκησεν· με αυτόν τον πόνον στέκει
αργός, αλλά τα άρματα να πιάσει δεν θ᾽ αργήσει.
695 Άνδρες η Πύρασος χλωρή, που η Δήμητρα έχει δάσος,
η Ίτων η πολύαρνη και η Φυλάκη εστείλαν,
και της Αντρώνος οι γιαλοί και η Πτελεός χλοώδης·
ο ανδρείος Πρωτεσίλαος ήτο αρχηγός τους πρώτα·
τότε τον είχε η μαύρη γη, και έρμη στην Φυλάκην
700 τον ᾽μοιρολόγα η χήρα του στο άκλερό του σπίτι·
Δαρδάνου ακόντι ενέκρωσεν αυτόν κει που πηδούσε
πρώτος των άλλων Αχαιών από την πλώρην μόνος·
και αυτόν ποθούσεν ο λαός, αν κι ήταν αρχηγός τους
άλλο του Άρη βλάστημα, ο ανδράγαθος Ποδάρκης,
705 υιός του πολυπρόβατου Ιφίκλου Φυλακίδη
και αυτάδελφος του ήρωος λαμπρού Πρωτεσιλάου·
αλλά στα χρόνι᾽ ανώτερος, καθώς και στην ανδρείαν
ήταν ο Πρωτεσίλαος και αν αρχηγόν ελάβαν,
όμως εκείνον τον καλόν μες στην καρδιά τους είχαν·
710 κι είχαν σαράντα ολόμαυρα κατόπι τους καράβια.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου