Πέμπτη 12 Σεπτεμβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (93-132)

ΧΡ. καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους
καὶ τοὺς δικαίους. ΠΛ. ὁμολογῶ σοι. ΧΡ. φέρε, τί οὖν;
95 εἰ πάλιν ἀναβλέψειας, ὥσπερ καὶ πρὸ τοῦ,
φεύγοις ἂν ἤδη τοὺς πονηρούς; ΠΛ. φήμ᾽ ἐγώ.
ΧΡ. ὡς τοὺς δικαίους δ᾽ ἂν βαδίζοις; ΠΛ. πάνυ μὲν οὖν·
πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου.
ΚΑ. καὶ θαῦμά γ᾽ οὐδέν· οὐδ᾽ ἐγὼ γὰρ ὁ βλέπων.
100 ΠΛ. ἄφετόν με νῦν· ἴστον γὰρ ἤδη τἀπ᾽ ἐμοῦ.
ΧΡ. μὰ Δί᾽, ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου.
ΠΛ. οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα
ἐμέλλετόν μοι; ΧΡ. καὶ σύ γ᾽, ἀντιβολῶ, πιθοῦ,
καὶ μή μ᾽ ἀπολίπῃς· οὐ γὰρ εὑρήσεις ἐμοῦ
105 ζητῶν ἔτ᾽ ἄνδρα τοὺς τρόπους βελτίονα.
ΚΑ. μὰ τὸν Δί᾽, οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ.
ΠΛ. ταυτὶ λέγουσι πάντες· ἡνίκ᾽ ἂν δέ μου
τύχωσ᾽ ἀληθῶς καὶ γένωνται πλούσιοι,
ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ.
110 ΧΡ. ἔχει μὲν οὕτως, εἰσὶ δ᾽ οὐ πάντες κακοί.
ΠΛ. μὰ Δί᾽, ἀλλ᾽ ἁπαξάπαντες.
ΚΑ. οἰμώξει μακρά.
ΧΡ. σοὶ δ᾽ ὡς ἂν εἰδῇς ὅσα, παρ᾽ ἡμῖν ἢν μένῃς,
γενήσετ᾽ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ.
οἶμαι γάρ, οἶμαι —ξὺν θεῷ δ᾽ εἰρήσεται—
115 ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας
βλέψαι ποήσας. ΠΛ. μηδαμῶς τοῦτ᾽ ἐργάσῃ·
οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι. ΧΡ. τί φῄς;
ΚΑ. ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει.
ΠΛ. ὁ Ζεὺς μὲν οὖν οἶδ᾽ ὡς, τὰ τούτων μῶρ᾽ ἔμ᾽ εἰ
120 πύθοιτ᾽, ἂν ἐπιτρίψειε. ΧΡ. νῦν δ᾽ οὐ τοῦτο δρᾷ,
ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ;
ΠΛ. οὐκ οἶδ᾽· ἐγὼ δ᾽ ἐκεῖνον ὀρρωδῶ πάνυ.
ΧΡ. ἄληθες, ὦ δειλότατε πάντων δαιμόνων;
οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα
125 καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου,
ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον;
ΠΛ. ἆ, μὴ λέγ᾽, ὦ πόνηρε, ταῦτ᾽. ΧΡ. ἔχ᾽ ἥσυχος.
ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ
μεῖζον δυνάμενον. ΠΛ. ἐμὲ σύ; ΧΡ. νὴ τὸν οὐρανόν.
130 αὐτίκα γὰρ — ἄρχει διὰ τί ὁ Ζεὺς τῶν θεῶν;
ΚΑ. διὰ τἀργύριον· πλεῖστον γάρ ἐστ᾽ αὐτῷ. ΧΡ. φέρε,
τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθ᾽; ΚΑ. ὁδί.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου