Πέμπτη 26 Σεπτεμβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (641-683)

ΓΥΝΗ
τίς ἡ βοή ποτ᾽ ἐστίν; ἆρ᾽ ἀγγέλλεται
χρηστόν τι; τοῦτο γὰρ ποθοῦσ᾽ ἐγὼ πάλαι
ἔνδον κάθημαι περιμένουσα τουτονί.
ΚΑ. ταχέως, ταχέως φέρ᾽ οἶνον, ὦ δέσποιν᾽, ἵνα
645 καὐτὴ πίῃς, —φιλεῖς δὲ δρῶσ᾽ αὐτὸ σφόδρα—,
ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω.
ΓΥ. καὶ ποῦ ᾽στιν; ΚΑ. ἐν τοῖς λεγομένοις· εἴσει τάχα.
ΓΥ. πέραινε τοίνυν ὅ τι λέγεις ἁνύσας ποτέ.
ΚΑ. ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα
650 ἐκ τῶν ποδῶν εἰς τὴν κεφαλήν σοι πάντ᾽ ἐρῶ.
ΓΥ. μὴ δῆτ᾽ ἔμοιγ᾽ εἰς τὴν κεφαλήν. ΚΑ. μὴ τἀγαθὰ
ἃ νῦν γεγένηται; ΓΥ. μὴ μὲν οὖν τὰ πράγματα.
ΚΑ. ὡς γὰρ τάχιστ᾽ ἀφικόμεθα πρὸς τὸν θεὸν
ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον,
655 νῦν δ᾽ εἴ τιν᾽ ἄλλον μακάριον κεὐδαίμονα,
πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν,
ἔπειτ᾽ ἐλοῦμεν. ΓΥ. νὴ Δί᾽ εὐδαίμων ἄρ᾽ ἦν
ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος.
ΚΑ. ἔπειτα πρὸς τὸ τέμενος ᾗμεν τοῦ θεοῦ.
660 ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα
καθωσιώθη, πελανὸς Ἡφαίστου φλογί,
κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν·
ἡμῶν δ᾽ ἕκαστος στιβάδα παρεκαττύετο.
ΓΥ. ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ;
665 ΚΑ. εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός,
κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν·
ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα
ἔχοντες. ὡς δὲ τοὺς λύχνους ἀποσβέσας
ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ
670 ὁ πρόπολος. εἰπών, ἤν τις αἴσθηται ψόφου,
σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα.
κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με
ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη
ὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου,
675 ἐφ᾽ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι.
ἔπειτ᾽ ἀναβλέψας ὁρῶ τὸν ἱερέα
τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας
ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς. μετὰ τοῦτο δὲ
περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ,
680 εἴ που πόπανον εἴη τι καταλελειμμένον·
ἔπειτα ταῦθ᾽ ἥγιζεν εἰς σάκταν τινά.
κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος
ἐπὶ τὴν χύτραν τὴν τῆς ἀθάρης ἀνίσταμαι.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου