Τετάρτη 25 Σεπτεμβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (619-640)

ΧΡ. αὕτη μὲν ἡμῖν ἡπίτριπτος οἴχεται.
620 ἐγὼ δὲ καὶ σύ γ᾽ ὡς τάχιστα τὸν θεὸν
ἐγκατακλινοῦντ᾽ ἄγωμεν εἰς Ἀσκληπιοῦ.
ΒΛ. καὶ μὴ διατρίβωμέν γε, μὴ πάλιν τις αὖ
ἐλθὼν διακωλύσῃ τι τῶν προὔργου ποεῖν.
ΧΡ. παῖ Καρίων, τὰ στρώματ᾽ ἐκφέρειν ἐχρῆν
625 αὐτόν τ᾽ ἄγειν τὸν Πλοῦτον, ὡς νομίζεται,
καὶ τἄλλ᾽ ὅσ᾽ ἐστὶν ἔνδον εὐτρεπισμένα.

‹ΧΟΡΟΥ›

ΚΑ. ὦ πλεῖστα Θησείοις μεμυστιλημένοι
γέροντες ἄνδρες ἐπ᾽ ὀλιγίστοις ἀλφίτοις,
ὡς εὐτυχεῖθ᾽, ὡς μακαρίως πεπράγατε,
630 ἅλλοι θ᾽ ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου.
ΧΟ. τί δ᾽ ἐστίν, ὦ βέλτιστε, τῶν σαυτοῦ φίλων;
φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος.
ΚΑ. ὁ δεσπότης πέπραγεν εὐτυχέστατα,
μᾶλλον δ᾽ ὁ Πλοῦτος αὐτός· ἀντὶ γὰρ τυφλοῦ
635 ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας,
Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών.
ΧΟ. λέγεις μοι χαράν, λέγεις μοι βοάν.
ΚΑ. πάρεστι χαίρειν, ἤν τε βούλησθ᾽ ἤν τε μή.
ΧΟ. ἀναβοάσομαι τὸν εὔπαιδα καὶ
640 μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου