Σάββατο 14 Σεπτεμβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (170-210)

170ΚΑ. μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ;
ἐκκλησία δ᾽ οὐχὶ διὰ τοῦτον γίγνεται;
ΧΡ. τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι.
ΚΑ. τὸ δ᾽ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει;
ὁ Πάμφιλος δ᾽ οὐχὶ διὰ τοῦτον κλαύσεται;
175ΧΡ. ὁ βελονοπώλης δ᾽ οὐχὶ μετὰ τοῦ Παμφίλου;
ΚΑ. Ἀγύρριος δ᾽ οὐχὶ διὰ τοῦτον πέρδεται;
ΧΡ. Φιλέψιος δ᾽ οὐχ ἕνεκα σοῦ μύθους λέγει;
ἡ ξυμμαχία δ᾽ οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις;
ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου;
180ΚΑ. ὁ Τιμοθέου δὲ πύργος— ΧΡ. ἐμπέσοι γέ σοι.
τὰ δὲ πράγματ᾽ οὐχὶ διὰ σὲ πάντα πράττεται;
μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος
καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθ᾽ ὅτι.
ΚΑ. κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε,
185ἐφ᾽ οἷς ἂν οὗτος ἐπικαθέζηται μόνον.
ΠΛ. ἐγὼ τοσαῦτα δυνατός εἰμ᾽ εἷς ὢν ποεῖν;
ΧΡ. καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα·
ὥστ᾽ οὐδὲ μεστός σου γέγον᾽ οὐδεὶς πώποτε.
τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή·
190ἔρωτος,— ΚΑ. ἄρτων,— ΧΡ. μουσικῆς,— ΚΑ. τραγημάτων,—
ΧΡ. τιμῆς,— ΚΑ. πλακούντων,— ΧΡ. ἀνδραγαθίας,— ΚΑ. ἰσχάδων,—
ΧΡ. φιλοτιμίας,— ΚΑ. μάζης,— ΧΡ. στρατηγίας,— ΚΑ. φακῆς,—
ΧΡ. σοῦ δ᾽ ἐγένετ᾽ οὐδεὶς μεστὸς οὐδεπώποτε.
ἀλλ᾽ ἢν τάλαντά τις λάβῃ τριακαίδεκα,
195πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα·
κἂν ταῦθ᾽ ἁνύσηται, τετταράκοντα βούλεται,
ἢ οὔ φησιν εἶν᾽ αὑτῷ βιωτὸν τὸν βίον.
ΠΛ. εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ·
πλὴν ἓν μόνον δέδοικα— ΧΡ. φράζε, τοῦ πέρι;
200ΠΛ. ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε
ἔχειν με, ταύτης δεσπότης γενήσομαι.
ΧΡ. νὴ τὸν Δί᾽, ἀλλὰ καὶ λέγουσι πάντες ὡς
δειλότατόν ἐσθ᾽ ὁ πλοῦτος. ΠΛ. ἥκιστ᾽, ἀλλά με
τοιχωρύχος τις διέβαλ᾽. εἰσδὺς γάρ ποτε
205οὐκ εἶχεν εἰς τὴν οἰκίαν οὐδὲν λαβεῖν,
εὑρὼν ἁπαξάπαντα κατακεκλεισμένα·
εἶτ᾽ ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν.
ΧΡ. μή νυν μελέτω σοι μηδέν· ὡς ἐὰν γένῃ
ἀνὴρ πρόθυμος αὐτὸς εἰς τὰ πράγματα,
210βλέποντ᾽ ἀποδείξω σ᾽ ὀξύτερον τοῦ Λυγκέως.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου